[34] ἔννοιαν καὶ διανόησιν, τὴν μὲν ἐναποκειμένην οὖσαν νόησιν, τὴν δὲ νοήσεως διέξοδον, βεβαιοτάτας δυνάμεις ὁ ποιητὴς τῶν ὅλων κληρωσάμενος καὶ χρώμενος ἀεὶ ταύταις τὰ ἔργα ἑαυτοῦ καταθεᾶται. τὰ μὲν δὴ μὴ λείποντα τὴν τάξιν τῆς πειθαρχίας ἕνεκα ἐπαινεῖ, τὰ δὲ μεθιστάμενα τῇ κατὰ [12] [13] [14] λιποτακτῶν ὡρισμένῃ μετέρχεται δίκῃ.