Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 31

[31] δημιουργὸς δὲ καὶ χρόνου θεός· καὶ γὰρ τοῦ πατρὸς αὐτοῦ πατὴρ — πατὴρ δὲ χρόνου κόσμος — τὴν κίνησιν αὐτοῦ γένεσιν ἀποφήνας ἐκείνου· ὥστε υἱωνοῦ τάξιν ἔχειν πρὸς θεὸν τὸν χρόνον. ὁ μὲν γὰρ κόσμος οὗτος νεώτερος υἱὸς θεοῦ, ἅτε αἰσθητὸς ὤν· τὸν γὰρ πρεσβύτερον [οὐδένα εἶπε] — νοητὸς δ’ ἐκεῖνος — πρεσβείων ἀξιώσας παρ’ ἑαυτῷ καταμένειν διενοήθη.