[25] ὄργανον γὰρ τελεώτατον ὑπὸ φύσεως δημιουργηθὲν ἀρχέτυπον τῶν χειροκμήτων τοῦτό γε· ὅπερ εἰ καλῶς ἁρμοσθείη, τὴν πασῶν ἀρίστην συμφωνίαν ἀπεργάσεται, ἥτις οὐκ ἐν κλάσει καὶ τόνοις ἐμμελοῦς φωνῆς, ἀλλ’ ἐν ὁμολογίᾳ τῶν κατὰ τὸν βίον πράξεων ἔχει τὸ τέλος.