Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 19

[19] παραιτητέοι δὴ πάντες οἱ γεννῶντες αὑτοῖς, τὸ δ’ ἐστὶν ὅσοι τὸ ἴδιον λυσιτελὲς μόνον θηρώμενοι τῶν ἄλλων ὑπερορῶσιν, ὥσπερ αὑτοῖς μόνοις φύντες, οὐχὶ δὲ μυρίοις ἄλλοις, πατρί, μητρί, γυναικί, τέκνοις, πατρίδι, ἀνθρώπων γένει, εἰ δὲ δεῖ προελθόντας τι περαιτέρω φάναι, οὐρανῷ, γῇ, τῷ παντὶ κόσμῳ, ἐπιστήμαις, ἀρεταῖς, τῷ πατρὶ καὶ ἡγεμόνι τῶν συμπάντων· ὧν ἑκάστῳ κατὰ δύναμιν ἀπονεμητέον τὸ ἁρμόττον μὴ τὰ πάντα προσθήκην ἑαυτοῦ, ἑαυτὸν δὲ τῶν πάντων νομίζοντα.