[174] πρὸ Μακεδόνων τὰ Περσῶν ἐν εὐτυχίᾳ ἦν, ἀλλὰ μία ἡμέρα τὴν πολλὴν καὶ μεγάλην βασιλείαν αὐτῶν καθεῖλε, καὶ νῦν Παρθυηνοὶ Περσῶν τῶν πρὸ μικροῦ ἡγεμόνων ἐπικρατοῦσιν οἱ τότε ὑπήκοοι. ἔπνευσέ ποτε λαμπρὸν καὶ ἐπὶ μήκιστον Αἴγυπτος, ἀλλ’ ὡς νέφος αὐτῆς ἡ μεγάλη παρῆλθεν εὐπραγία. τί δὲ Αἰθίοπες, τί δὲ καὶ Καρχηδὼν καὶ τὰ πρὸς Λιβύην; τί δ’ οἱ Πόντου βασιλεῖς;