Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 170

[170] τῷ γὰρ ὄντι πᾶς ἀκόλαστος ἢ ἄδικος ἢ δειλός, ὅταν ἴδῃ τινὰ τῶν αὐστηροτέρων ἢ πόνον φεύγοντα ἢ λήμματος ἡττώμενον ἢ πρός τι τῶν ἡδονῆς φίλτρων ἐκνενευκότα, χαίρει καὶ γέγηθε καὶ τετιμῆσθαι [M.298] δοκεῖ, καὶ πρὸς τοὺς πολλοὺς ἐπινεανιευόμενος καὶ ἐπιχειρονομῶν ἄρχεται περὶ τῶν ἰδίων κακῶν ὡς σφόδρα ἀναγκαίων καὶ χρησίμων φιλοσοφεῖν, οὐκ ἄν, εἰ μὴ τοιαῦτα [54] ἦν, φάσκων ὑπομεῖναι ἂν τὸν δεῖνα εὐδόκιμον ἄνδρα χρῆσθαι.