Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 167

[167] ἀλλὰ μηδὲν αὐτοῦ τῶν ἐπανατάσεων φροντίσαντες ἀποκρινώμεθα, ὅτι „παρὰ τὸ ὄρος πορευσόμεθα“, τουτέστιν ὑψηλαῖς καὶ μετεώροις ἔθος ἔχοντες ἐνομιλεῖν δυνάμεσι καὶ ὁρικῶς ἕκαστα σκοπεῖν, τὸν παντὸς οὑτινοσοῦν λόγον ἐρευνῶντες, δι’ οὗ τὸ τί ἦν εἶναι γνωρίζεται, καταφρονητικῶς ἔχομεν πάντων ὅσα ἐκτός τε καὶ περὶ σῶμα· ταπεινὰ γὰρ ταῦτά γε καὶ λίαν χαμαίζηλα, σοὶ μὲν φίλα, ἐχθρὰ δὲ ἡμῖν αὐτοῖς, οὗ χάριν οὐδενὸς αὐτῶν προσαψόμεθα.