Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 164

[164] δ’ ὡς φευκτὸν ἀσέβειαν. [cap.35] ἵνα οὖν μὴ ταῖς μαχομέναις κακίαις ἀναγκασθῶμεν ἐκτρεπόμενοι χρῆσθαι, τὴν μέσην ὁδὸν εὐθύνειν βουλώμεθά τε καὶ εὐχώμεθα· μέση δὲ θράσους μὲν καὶ δειλίας ἀνδρεία, ῥᾳθυμίας δὲ ἐκκεχυμένης καὶ φειδωλίας ἀνελευθέρου σωφροσύνη, πανουργίας τε αὖ καὶ μωρίας φρόνησις, καὶ μὴν δεισιδαιμονίας καὶ ἀσεβείας εὐσέβεια.