Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 154

[154] διὰ μὲν δὴ τούτων φασὶ „παρελεύσεσθαι“, διὰ δὲ „ἀγρῶν καὶ ἀμπελώνων“ οὐκέτι· τὰ γὰρ ἥμερα ἐν ψυχῇ φυτὰ ἡμέρους ἀποτίκτοντα καρπούς, ἀστείους μὲν λόγους, ἐπαινετὰς δὲ πράξεις, ὠγύγιος εὐήθεια παρέρχεσθαι· μένειν γὰρ ἔδει καὶ δρέπεσθαι καὶ ἀπλήστως ἐμφορεῖσθαι· κάλλιστον γὰρ ἡ ἐν ἀρεταῖς τελείαις ἀκόρεστος εὐφροσύνη, ἧς οἱ λεχθέντες ἀμπελῶνες σύμβολα.