[148] [cap.32] ἀλλ’ οὐχ ἑνὶ ἀνδρὶ ἔξεστι μόνον αὐχῆσαι παρὰ Μωυσῇ τὰ προτέλεια τῆς σοφίας ἀναδιδαχθέντι, ἀλλὰ [M.295] καὶ ὅλῳ ἔθνει πολυανθρωποτάτῳ. τεκμήριον δέ· τεθάρρηκε καὶ ἐπιτετόλμηκεν ἡ ἑκάστου ψυχὴ τῶν γνωρίμων αὐτοῦ πρὸς τὸν βασιλέα τῶν φαινομένων [48] [49] ἁπάντων ἀγαθῶν τὸν γήινον Ἐδὼμ — ὄντως γὰρ τὰ τῷ δοκεῖν ἀγαθὰ πάντα γήινα — λέγειν· „ἤδη παρελεύσομαι διὰ τῆς γῆς σου.“