Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 144

[144] βουλομένοις γοῦν [47] ταύτην πορεύεσθαι τὴν ὁδὸν βασιλικὴν οὖσαν τοῖς τοῦ ὁρατικοῦ γένους μετέχουσιν, ὅπερ Ἰσραὴλ κέκληται, διαμάχεται ὁ γήινος Ἐδὼμ — τοῦτο γὰρ διερμηνευθεὶς ὀνομάζεται — μετὰ σπουδῆς καὶ παρασκευῆς τῆς πάσης εἴρξειν ἀπειλῶν τῆς ὁδοῦ καὶ ἀτριβῆ καὶ ἀπόρευτον αὐτὴν κατασκευάσειν εἰσάπαν.