Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 129

[129] ἡ μὲν οὖν διφυὴς καὶ δύο ἐξανθοῦσα χρώματα λέπρα τὴν ἑκούσιον ἐμφαίνει κακίαν· ἔχουσα γὰρ ἡ ψυχὴ τὸν ὑγιαίνοντα καὶ ζωτικὸν καὶ ὀρθὸν ἐν ἑαυτῇ λόγον τῷ μὲν οὐ χρῆται ὡς κυβερνήτῃ πρὸς τὴν τῶν καλῶν [43] [44] σωτηρίαν, ἐκδοῦσα δ’ αὑτὴν τοῖς ναυτιλίας ἀπείροις ὅλον τὸ τοῦ βίου δὴ σκάφος ἐν εὐδίᾳ καὶ γαλήνῃ δυνάμενον σῴζεσθαι περιέτρεψεν.