Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 120

[120] ὅταν γὰρ ὁ ἀσκητικὸς καὶ φιλομαθὴς οὗτος λόγος ἀπὸ [41] τῶν θειοτέρων ἐννοημάτων εἰς ἀνθρωπίνας καὶ θνητὰς δόξας καταβιβασθῇ, ὁ τοῦ σώματος καὶ τῶν περὶ αὐτὸ χορευτὴς Ἰωσὴφ εὐθὺς ἀπογεννᾶται, νέος ὢν ἔτι, κἂν μήκει χρόνου πολιὸς γένηται, πρεσβυτέρας οὔτε γνώμης οὔτε ἀκοῆς εἰσάπαν ἐπῃσθημένος, ἣν οἱ Μωυσέως θιασῶται κατασταθέντες κτῆμα καὶ ἀπόλαυσμα ὠφελιμώτατον ἑαυτοῖς τε καὶ τοῖς ἐντυγχάνουσιν εὕραντο.