Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 117

[117] φησὶ γάρ· „αὗται αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ θεῷ εὐηρέστησε Νῶε“ (Gen. 6, 9). τὰ μὲν γὰρ τοῦ συγκρίματος γεννήματα πέφυκεν εἶναι καὶ αὐτὰ συγκρίματα· ἵπποι γὰρ ἵππους καὶ λέοντες λέοντας καὶ βόες ταύρους, ὁμοίως δὲ καὶ ἄνθρωποι ἀνθρώπους ἐξ ἀνάγκης γεννῶσι·