Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 11

[11] πῶς οὖν ἑπτὰ τετοκέναι φησίν, εἰ μή τι μονάδα ἑβδομάδι τὴν αὐτὴν φυσικώτατα νομίζει, οὐ μόνον ἐν ἀριθμοῖς, ἀλλὰ καὶ ἐν τῇ τοῦ παντὸς ἁρμονίᾳ καὶ ἐν τοῖς τῆς ἐναρέτου λόγοις ψυχῆς; ὁ γὰρ τεταγμένος μόνῳ θεῷ Σαμουήλ, ἄλλῳ δὲ τὸ παράπαν συνιὼν μηδενί, κατὰ τὸ ἓν καὶ τὴν μονάδα, τὸ [4] ὄντως ὄν, κεκόσμηται.