Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 109

[109] [cap.24] παρατηρητέον δ’ ὅτι τὸν μὲν Νῶέ φησιν εὐαρεστῆσαι ταῖς τοῦ ὄντος δυνάμεσι, κυρίῳ τε καὶ θεῷ (Gen. 6, 8), Μωυσῆν δὲ τῷ δορυφορουμένῳ πρὸς τῶν δυνάμεων καὶ δίχα αὐτῶν κατὰ τὸ εἶναι μόνον νοουμένῳ· λέγεται γὰρ ἐκ προσώπου τοῦ θεοῦ ὅτι „εὕρηκας χάριν παρ’ ἐμοὶ“ (Exod. 33, 17) [39] δεικνὺς ἑαυτὸν τὸν ἄνευ παντὸς ἑτέρου.