Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 107

[107] μήποτ’ οὖν ἄμεινον ἂν εἴη ἐκδέχεσθαι τοῦτο, ὅτι ζητητικὸς καὶ πολυμαθὴς γενόμενος ὁ ἀστεῖος ἐν οἷς ἅπασιν ἐζήτησε τοῦθ’ εὗρεν ἀληθέστατον, χάριν ὄντα θεοῦ τὰ πάντα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἥλιον, ἀστέρας, οὐρανόν, ζῷα καὶ φυτὰ σύμπαντα. κεχάρισται δὲ ὁ θεὸς αὑτῷ μὲν οὐδέν — οὐδὲ γὰρ δεῖται —, κόσμον δὲ κόσμῳ καὶ τὰ μέρη ἑαυτοῖς τε καὶ ἀλλήλοις, ἔτι δὲ τῷ παντί.