Pular para o conteúdo

Quod Deus sit immutabilis

Philo of Alexandria · Parte 104

[104] παλαιοί. [cap.23] τί δέ ἐστι τὸ „Νῶε εὗρε χάριν παρὰ κυρίῳ τῷ θεῷ“, διαπορητέον. ἆρ’ οὖν τοιοῦτόν ἐστι τὸ δηλούμενον, ὅτι χάριτος ἔτυχεν, ἢ ὅτι χάριτος ἄξιος ἐνομίσθη; ἀλλὰ τὸ μὲν πρότερον οὐκ εἰκὸς [38] ὑπονοεῖν· τί γὰρ αὐτῷ πλέον δεδώρηται πάντων, ὡς ἔπος εἰπεῖν, ὅσα οὐ συγκέκριται μόνον, ἀλλὰ καὶ στοιχειώδεις ἁπλαῖ φύσεις εἰσί, χάριτος ἠξιωμένων θείας;