[102] θεραπείαν δὲ ὅσοι τοῦ μόνου σοφοῦ νόθον ἐπετήδευσαν, ὥσπερ ἐπὶ σκηνῆς ἱεροπρεπεστάτης ἄχρι τοῦ μόνον ἐπιδείξασθαι τοῖς συνεληλυθόσι θεαταῖς προαίρεσιν ἐνδύντες βίου, βωμολοχίαν πρὸ εὐσεβείας ἐν τῇ ψυχῇ φέροντες, οὐχ αὑτοὺς ὥσπερ ἐπὶ τροχοῦ κατατείνουσι καὶ βασανίζουσιν [M.288] ἀναγκάζοντες ἐπιμορφάζειν ψευδῶς, ἃ πρὸς ἀλήθειαν ⟨μὴ⟩ πεπόνθασι;