[96] [cap.26] Τῷ δὲ μὴ δεχομένῳ μετάνοιαν Κάιν δι’ ὑπερβολὴν ἄγους ἀδελφοκτονίας οἰκειοτάτας ἀρὰς τίθεται· πρῶτον μὲν γάρ φησιν αὐτῷ· „καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς“ (Gen. 4,11), δηλῶν πρῶτον ὅτι οὐχὶ νῦν ὅτε ἐδολοφόνησεν ἐναγὴς καὶ ἐπάρατός ἐστιν, ἀλλὰ καὶ πρότερον ὅτε ἐβούλευσε τὸν φόνον, τῆς γνώμης ἴσον τῷ τελείῳ δυναμένης.