Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 91

[91] [cap.25] Ταῦτα μὲν οὖν ὡς ἐν βραχέσιν εἰρήσθω περὶ οὐσίας ψυχῆς. τὸ δὲ „φωνὴν αἵματος βοᾶν“ (Gen. 4, 10) κατ’ ἀκόλουθον οὕτως ἀποδώσομεν. τῆς ἡμετέρας ψυχῆς τὸ μὲν ἄφωνόν ἐστι, τὸ δὲ φωνῆεν· τὸ μὲν ἄλογον ἄφωνον, φωνῆεν δ’ ὅσον λογικόν, ὃ δὴ μόνον ἔννοιαν εἴληφε θεοῦ· τοῖς γὰρ ἄλλοις μέρεσιν οὔτε θεὸν οὔτε τι νοητὸν καταλαβεῖν δυνάμεθα.