[84] διὰ τοῦτο σαρκὸς μὲν ψυχήν φησι τὸ αἷμα, εἰδὼς ὅτι ἡ σαρκῶν φύσις νοῦ μὲν οὐ μεμοίραται, ζωῆς δὲ καθάπερ καὶ ὅλον ἡμῶν τὸ σῶμα μετέχει, ἀνθρώπου δὲ ψυχὴν πνεῦμα ὀνομάζει, ἄνθρωπον οὐ τὸ σύγκριμα καλῶν, ὡς ἔφην, ἀλλὰ τὸ θεοειδὲς ἐκεῖνο δημιούργημα, ᾧ λογιζόμεθα, οὗ τὰς ῥίζας εἰς οὐρανὸν ἔτεινε καὶ τῆς ὑστάτης τῶν λεγομένων ἀπλανῶν ἁψῖδος ἐξῆψε.