Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 66

[66] οὗτος δὲ πρότερον ὅτε ἐγυμνάζετο μαθητὴς ἦν διδάσκοντος ἑτέρου· ὁπότε δὲ ἱκανὸς φυλάττειν ἐγένετο, διδασκάλου δύναμιν καὶ τάξιν ἔλαχε, τὸν ἀδελφὸν εἰς τὰς ὑπηρεσίας τῆς διδασκαλίας χειροτονήσας τὸν ἑαυτοῦ προφορικὸν λόγον· λέγεται γὰρ ὅτι „λειτουργήσει ὁ ἀδελφὸς αὐτοῦ“ (Num. 8, 26)· ὥστε ὁ μὲν τοῦ ἀστείου νοῦς φύλαξ καὶ ταμίας τῶν ἀρετῆς ἔσται δογμάτων, ὁ δ’ ἀδελφὸς αὐτοῦ λόγος λειτουργήσει τοῖς παιδείαν μετιοῦσι διεξιὼν τὰ σοφίας δόγματά τε καὶ θεωρήματα.