[64] οὐκοῦν τῷ μὲν ἡμίσει τὴν τελειότητα — τέλειος γὰρ ὁ πεντηκοστὸς λόγος, ὁ δὲ τῶν πέντε καὶ εἴκοσιν ἥμισυ μέρος — ἐνεργεῖν ἐπιτρέπει καὶ δρᾶν τὰ ἅγια τὴν δι’ ἔργων ἀρέσκειαν ἐπιδεικνυμένῳ — ἀρχὴ δέ, ὡς ἔφη τις τῶν πάλαι, τοῦ παντὸς ἥμισυ μέρος —, τῷ δὲ τελείῳ μηκέτι πονεῖν, τὰ δ’ ὅσα ἐκ μελέτης καὶ πόνου περιεποιήσατο φυλάττειν· μὴ γὰρ γενοίμην ἀσκητὴς ὧν μὴ φύλαξ αὖθις.