[36] τούτοις μὲν οὖν πρὸς τὰς ἐριστικὰς ἐνίων ἁμίλλας ἀπαντᾶν ἐμπρεπές, οἷς τοὺς ἐναντίους ἀμύνονται πεπορισμένοις ἐξ ἑτοίμου, τοῖς δὲ προτέροις οὐδεμία ἀσφάλεια· γυμνοὶ γὰρ πρὸς ὡπλισμένους τίνες ἂν ἰσοκρατῶς ἀπομάχεσθαι δυνηθεῖεν, ὁπότε καὶ παρεσκευασμένοις ἀγὼν ἄνισος;