[30] τεκμήριον δὲ ἐναργέστατον τοῦ μηδένα προσομιλοῦντα τῷ Ἰσαὰκ θνητὸν εἶναι· Ῥεβέκκα γὰρ ἡ ὑπομονὴ πεύσεται τοῦ παιδὸς ἕνα ὁρῶσα καὶ ἑνὸς μόνου λαμβάνουσα φαντασίαν· „τίς ὁ ἄνθρωπος οὗτος ὁ πορευόμενος εἰς συνάντησιν ἡμῖν“ (ib. v. 65); ἡ γὰρ ἐπιμένουσα τοῖς καλοῖς ψυχὴ [8] ἱκανὴ μέν ἐστι τὴν αὐτομαθῆ σοφίαν καταλαμβάνειν, ἐπίκλησιν Ἰσαάκ, οὔπω δὲ δυνατὴ τὸν τῆς σοφίας ἡγεμόνα θεὸν ἰδεῖν.