[23] οὗτος ὁ ἄνθρωπος ἐν ἑκάστου τῇ ψυχῇ [M.196] κατοικῶν τοτὲ μὲν ἄρχων καὶ βασιλεὺς εὑρίσκεται τοτὲ δὲ δικαστὴς καὶ βραβευτὴς τῶν κατὰ τὸν βίον ἀγώνων, ἔστι δ’ ὅτε μάρτυρος ἢ κατηγόρου λαβὼν τάξιν ἀφανῶς ἡμᾶς ἔνδοθεν ἐλέγχει μηδὲ διᾶραι τὸ στόμα ἐῶν, ἐλλαμβανόμενος δὲ καὶ ἐπιστομίζων ταῖς τοῦ συνειδότος ἡνίαις τὸν αὐθάδη μετὰ ἀφηνιασμοῦ δρόμον γλώττης ἐπέσχεν.