Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 167

[167] [cap.46] „Ὁ δ’ ἀποκτείνας“ φησί „Κάιν ἑπτὰ ἐκδικούμενα παραλύσει“ (Gen. 4, 15). καὶ τοῦτο τίνα ἔχει λόγον πρὸς τὰς ῥητὰς διερμηνεύσεις, οὐκ οἶδα· οὔτε γὰρ τίνα ἐστὶ τὰ ἑπτὰ οὔτε πῶς ἐκδικούμενα οὔτε ὃν τρόπον παρίεται καὶ ἐκλύεται, δεδήλωκεν· ὥστε τροπικώτερον καὶ δι’ ὑπονοιῶν ἀνάγκη πάντα τὰ τοιαῦτα λέγεσθαι νομίζειν.