Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 161

[161] τούτοις ἕπεται καὶ τὸ Μωυσῆν, ὁπότε χειροτονεῖται „θεὸς τοῦ Φαραώ“, μὴ πρὸς ἀλήθειαν γεγενῆσθαι, δόξῃ δὲ μόνον ὑπολαμβάνεσθαι· θεὸν γὰρ διδόντα μὲν οἶδα καὶ χαριζόμενον, διδόμενον δὲ οὐ δύναμαι νοῆσαι, λέγεται δὲ ἐν ἱεραῖς βίβλοις· „δίδωμί σε θεὸν Φαραώ“ (Exod. 7, 1), τοῦ διδομένου πάσχοντος, οὐ δρῶντος· δραστήριον δὲ τὸ ὄντως ὄν, οὐ πάσχον, ἀναγκαῖον εἶναι. τί οὖν διὰ τούτων συνάγεται;