[159] σῶμα δεσμῶν φαντασιώσῃ τὸν ἀγένητον. [cap.44] ⟨τὸν⟩ Ἀβραὰμ οὐχ ὁρᾷς ὅτι „γῆν καὶ συγγένειαν καὶ πατρὸς οἶκον“, τὸ σῶμα, τὴν αἴσθησιν, τὸν λόγον, „καταλιπὼν“ (Gen. 12, 1) ἄρχεται ταῖς τοῦ ὄντος ἐντυγχάνειν δυνάμεσιν; ὅταν γὰρ ὑπεξέλθῃ πᾶσαν τὴν οἰκίαν, λέγει ὁ νόμος ὅτι „ὤφθη ὁ θεὸς αὐτῷ“ (Gen. 12, 7), δηλῶν ὅτι ἐναργῶς φαίνεται τῷ τὰ θνητὰ ὑπεκδύντι καὶ εἰς ἀσώματον τοῦδε τοῦ σώματος ψυχὴν ἀναδραμόντι.