[152] εἴπερ οὖν ἐκβληθείης ἀπὸ γῆς ἄνθρωπος ὤν, ποῖ τετράψῃ; νήξῃ καθ’ ὕδατος τὴν τῶν ἐνύδρων ἀπομιμούμενος φύσιν; ἀλλ’ ὑποβρύχιος αὐτίκα τεθνήξῃ. ἀλλὰ πτερώσας καὶ μετεωρίσας σαυτὸν ἀεροβατεῖν ἐθελήσεις τὸ χερσαῖον εἰς πτηνοῦ γένος μεταβαλών; ἀλλ’ εἰ δύνασαι, μετάπλαττε καὶ μεταχάραττε τὸ θεῖον νόμισμα· ἀλλ’ οὐ δυνήσῃ· ὅσῳ γὰρ ἂν μετεωρότερον σεαυτὸν ἐξάρῃς, τοσούτῳ θᾶττον ἀφ’ ὑψηλοτέρου μετὰ πλείονος φορᾶς ἐπὶ γῆν τὸ οἰκεῖον χωρίον ἐνεχθήσῃ.