[149] τοιγαροῦν οὐ χηρεύσει μόνον ἐπιστήμης, ἀλλὰ καὶ ἐκβεβλήσεται· τοῦτο δ’ ἐστὶ τοιοῦτον· ἡ χηρεύουσα μὲν μήπω δὲ ἐκβεβλημένη τοῦ καλοῦ ψυχὴ δύναταί πως ἐγκαρτερήσασα τὰς πρὸς τὸν ὀρθὸν λόγον τὸν νόμιμον ⟨ἄνδρα⟩ συμβάσεις καὶ καταλλαγὰς εὑρεῖν· ἡ δ’ ἅπαξ διαζευχθεῖσα καὶ [M.220] διοικισθεῖσα ὡς ἄσπονδος μέχρι τοῦ παντὸς αἰῶνος ἐκτετόξευται, εἰς τὸν ἀρχαῖον οἶκον ἐπανελθεῖν ἀδυνατοῦσα.