Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 137

[137] ἐπεὶ οὖν ἐν τοῖς τῆς ψυχῆς μόνοις ἀγαθοῖς ἡ ἀνόθευτος χαρὰ καὶ ἀκιβδήλευτος εὑρίσκεται, ἐν ἑαυτῷ δὴ πᾶς σοφὸς χαίρει, οὐκ ἐν τοῖς περὶ αὐτόν· τὰ μὲν γὰρ ἐν ἑαυτῷ διανοίας εἰσὶν ἀρεταί, ἐφ’ αἷς ἄξιον σεμνύνεσθαι, τὰ δὲ περὶ αὐτὸν ἢ ἡ εὐπάθεια σώματος ἢ ἡ τῶν ἐκτὸς ἀφθονία, ἐφ’ οἷς οὐ μεγαλαυχητέον.