[135] αἰσχύνης νομίζουσι. [cap.37] τοῦτο τὸ δίδαγμα Μωυσῆς ὁ ἱερώτατός πως ἔοικεν ἀναδιδάξαι· τοιοῦτον γάρ ἐστι τὸ Ἀαρὼν τὸν Λευίτην ὑπαντᾶν τῷ ἀδελφῷ Μωυσεῖ καὶ ἰδόντα χαίρειν ἐν ἑαυτῷ (Exod. 4, 14). τὸ δὲ ἐν ἑαυτῷ χαίρειν ἐμφαίνει δίχα τοῦ λεχθέντος ἤδη καὶ πολιτικώτερον δόγμα, δηλοῦντος τοῦ νομοθέτου τὴν γνήσιον καὶ οἰκειοτάτην [37] [38] ἀνθρώπῳ χαράν.