Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 123

[123] αὕτη δέ ἐστι κακία, [M.215] ἣ ταῖς τῶν ἀφρόνων ἐνίδρυται ψυχαῖς, ἧς καθάπερ νόσου βαρείας ἀποτροπὴ ὁ δίκαιος εὑρίσκεται πανακείας τυχὼν δικαιοσύνης. ὅταν μέντοι διώσηται τὰ κακά, χαρᾶς ἀναπίμπλαται, ὥσπερ ἡ Σάρρα· φησὶ γάρ· „γέλωτά μοι ἐποίησε κύριος“ καὶ προστίθησιν· „ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι“ (Gen. 21, 6).