[115] ἑκάστης τῶν ἄλλων τὸ κατ’ αὐτὴν ἐνέργημα. [cap.31] ταῦτα δὲ ψυχῆς τροφαὶ κυρίως εἰσὶ τῆς θηλάζειν ἱκανῆς, ὡς ὁ νομοθέτης φησί, „μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας“ (ibid.), πέτραν τὴν στερεὰν καὶ ἀδιάκοπον ἐμφαίνων σοφίαν θεοῦ, τὴν τροφὸν καὶ τιθηνοκόμον καὶ κουροτρόφον τῶν ἀφθάρτου διαίτης ἐφιεμένων.