[111] τὸν μὲν δὴ τρόπον τοῦτον τὰ τῆς ἀγρίας ὕλης τιθασεύεται, τῶν δ’ ἡμέρων καὶ καρποτόκων ἀρετῶν τὰ φυτὰ πάντα βλαστὰ μὲν ἔχει τὰ ἐπιτηδεύματα, καρπὸν δὲ τὰς καλὰς πράξεις· ὧν ἕκαστον ἡ γεωργικὴ ψυχῆς τέχνη συναύξει καὶ τό γε ἐφ’ ἑαυτὴν ἧκον μέρος ἀπαθανατίζει ταῖς ἐπιμελείαις.