Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 104

[104] [cap.28] Ἐργάσεται διὰ τοῦτο τὴν γῆν (Gen. 4, 12), οὐ γεωργήσει· γεωργὸς μὲν γὰρ πᾶς τεχνίτης, ὅτι τέχνη καὶ ἡ γεωργία, πολλοὶ δὲ τῶν ἰδιωτῶν γεωπόνοι τὴν ἄνευ ἐμπειρίας ἕνεκα τῶν ἀναγκαίων μετιόντες ὑπηρεσίαν· οὗτοι μὲν οὖν ἐν οἷς δρῶσι πολλὰ βλάπτουσιν ἐπιστάτου μὴ τυχόντες· ἃ δ’ ἂν καὶ εὖ ἐργάσωνται, κατὰ τύχην, οὐ σὺν λόγῳ, κατορθοῦσι· τὰ δὲ τῶν γεωργῶν τὰ μετ’ ἐπιστήμης ἐνεργούμενα πάντ’ ἐστὶν ἐξ ἀνάγκης ὠφέλιμα.