Pular para o conteúdo

Quod deterius potiori insidiari soleat

Philo of Alexandria · Parte 102

[102] μηδ’ ὅτι μερῶν τῶν πρὸς γονὰς ἠξιώθης ἕνεκα τῆς διαμονῆς τοῦ παντός, φθορὰς καὶ μοιχείας καὶ τὰς ἄλλας οὐκ εὐαγεῖς μίξεις μετέρχου, ἀλλ’ ὅσαι μετὰ νόμου τὸ ἀνθρώπων σπείρουσί τε καὶ φυτεύουσι γένος· μηδ’ ὅτι γλώττης καὶ στόματος καὶ φωνητηρίων ὀργάνων μεμοίρασαι, πάντ’ ἐκλάλει, καὶ τὰ ἄρρητα· τὸ γὰρ ἐχεμυθεῖν ἔστιν ὅπου χρήσιμον, καί μοι δοκοῦσιν οἱ μαθόντες λέγειν μεμαθηκέναι καὶ ἡσυχάζειν, τῆς αὐτῆς δυνάμεως περιποιούσης ἑκάτερον, οἱ δ’ ὅσα μὴ προσῆκε διεξιόντες οὐ δύναμιν λόγων ἀλλ’ ἡσυχίας ἀσθένειαν ἐπιδείκνυσθαι.