Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 95

[95] τὸ δὲ δίκαιον καὶ ἀκόλουθον τοῦτο τῇ φύσει παράδοξον ἐνομίσθη διὰ τὴν τῶν πολλῶν ἀπιστίαν ἡμῶν, οὓς ἐλέγχων ὁ ἱερὸς λόγος φησίν, ὅτι τὸ ἐπὶ μόνῳ τῷ ὄντι βεβαίως καὶ ἀκλινῶς ὁρμεῖν θαυμαστὸν μὲν παρ’ ἀνθρώποις, οἷς ἀγαθῶν ἀδόλων κτῆσις οὐκ ἔστιν, οὐ θαυμαστὸν δὲ παρ’ ἀληθείᾳ βραβευούσῃ, δικαιοσύνης δ’ αὐτὸ μόνον ἔργον.