[8] τὰς δὲ φιλοδεσπότους θεραπείας καὶ λειτουργίας τοῦ Ἀβραὰμ διασυνίστησιν ἀκροτελεύτιον λογίου τοῦ χρησθέντος αὐτοῦ τῷ υἱεῖ· „δώσω σοι καὶ τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ’ ὧν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, [3] [4] καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου“ (Gen. 26, 3—5).