Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 73

[73] παθοῦσα δ’ ὡς ἄφρων καὶ νήπιος παῖς ἔμαθον, ὡς ἄμεινον ἦν ἄρα πάντων μὲν τούτων ὑπεξελθεῖν, ἑκάστου δὲ τὰς δυνάμεις ἀναθεῖναι θεῷ τῷ καὶ τὸ σῶμα σωματοῦντι καὶ πηγνύντι καὶ τὴν αἴσθησιν αἰσθάνεσθαι παρασκευάζοντι καὶ τῷ λόγῳ τὸ λέγειν ὀρέγοντι.