Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 71

[71] λέγε θαρροῦσα ἡμῖν, ὦ διάνοια, ἣ τοῖς ἀκούειν τὰ νοητὰ δεδιδαγμένοις ἐνηχεῖς, ἀεὶ φάσκουσα ὅτι μετῳκισάμην τοῦ σώματος, ἡνίκα τῆς σαρκὸς ἠλόγουν ἤδη, καὶ τῆς αἰσθήσεως, ὁπότε τὰ αἰσθητὰ πάντα ὡς μὴ πρὸς ἀλήθειαν ὄντα ἐφαντασιώθην καταγνοῦσα μὲν αὐτῆς τῶν [M.483] κριτηρίων ὡς νενοθευμένων καὶ δεδεκασμένων καὶ ψευδοῦς ὑποπεπλησμένων δόξης, καταγνοῦσα δὲ καὶ τῶν κρινομένων, ὡς δελεάσαι καὶ ἀπατῆσαι καὶ ἐκ μέσης τῆς φύσεως ἁρπάσαι τὴν ἀλήθειαν εὐτρεπισμένων· μετανέστην καὶ τοῦ λόγου, ἡνίκα πολλὴν ἀλογίαν αὐτοῦ κατέγνων καίτοι μετεωρίζοντος καὶ φυσῶντος ἑαυτόν.