[63] [cap.13] Ἃ μὲν οὖν ἦν ἀναγκαῖον προακοῦσαι, διεπτύξαμεν· καὶ γὰρ εἶχεν ἀσάφειαν ἡ πρότασις αἰνιγματώδη. τί δὲ ὁ φιλομαθὴς ζητεῖ, διερμηνευτέον ἀκριβέστερον· μήποτ’ οὖν ἐστι τοιοῦτον, εἰ δύναταί [M.482] τις ἐφιέμενος τῆς ἐναίμου ζωῆς καὶ μεταποιούμενος ἔτι τῶν κατ’ αἴσθησιν γενέσθαι τῶν ἀσωμάτων καὶ θείων πραγμάτων κληρονόμος.