Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 58

[58] χρεῖος δ’ ἐστὶν οὐ μετρίως ὁ πεπλασμένος ἡμῶν χοῦς καὶ ἀναδεδευμένος αἵματι βοηθείας τῆς ἐκ θεοῦ· διὸ λέγεται "οὗτος Δαμασκὸς Ἐλιέζερ“ — ἑρμηνευθεὶς δέ ἐστιν Ἐλιέζερ θεός μου βοηθός —, ἐπειδὴ ὁ ἔναιμος ὄγκος ἐξ ἑαυτοῦ διαλυτὸς ὢν καὶ νεκρὸς συνέστηκε καὶ ζωπυρεῖται προνοίᾳ θεοῦ τοῦ τὴν χεῖρα ὑπερέχοντος καὶ ὑπερασπίζοντος, μηδεμίαν ἡμέραν ἱδρυθῆναι παγίως δυνηθέντος ἐξ ἑαυτοῦ τοῦ γένους ἡμῶν.