Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 56

[56] φησὶ γοῦν ἄντικρυς· „ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν“ (Lev. 17, 11). εὖ γε τὸ προσνεῖμαι τῷ σαρκῶν ὄχλῳ τὴν αἵματος ἐπιρροήν, οἰκεῖον οἰκείῳ· τοῦ δὲ νοῦ τὴν οὐσίαν ἐξ οὐδενὸς ἤρτησε γενητοῦ, ἀλλ’ ὑπὸ θεοῦ καταπνευσθεῖσαν εἰσήγαγεν· „ἐνεφύσησε“ γάρ φησιν „ὁ ποιητὴς τῶν ὅλων εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2, 7), ᾗ καὶ κατὰ τὴν εἰκόνα τοῦ ποιητοῦ λόγος ἔχει τυπωθῆναι.