Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 38

[38] ζῆλον καὶ τοῖς ἀσκητικοῖς ἔδωκας τέκνων τῶν ψυχῆς σπορᾶς καὶ γενέσεως, καὶ μοιραθέντες ὑφ’ ἡδονῆς ἐξελάλησαν εἰπόντες· „τὰ παιδία οἷς ἠλέησεν ὁ θεὸς τὸν παῖδά σου“ (Gen. 33, 5), ὧν ἀκακία καὶ τροφὸς καὶ τιθήνη, ὧν ἄβατοι καὶ ἁπαλαὶ καὶ εὐφυεῖς ψυχαί, τῶν ἀρετῆς παγκάλων καὶ θεοειδεστάτων εὐπαράδεκτοι χαρακτήρων.