Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 36

[36] ἄτεκνον γὰρ καὶ στεῖραν οἶδ’ ὅτι ψυχὴν ὁ τὰ μὴ ὄντα φέρων καὶ τὰ πάντα γεννῶν μεμίσηκας, ἐπεὶ καὶ χάριν ἔδωκας ἐξαίρετον τῷ διορατικῷ γένει τὸ μηδέποτε στειρωθῆναι καὶ ἀτοκῆσαι, ᾧ καὶ αὐτὸς προσνεμηθεὶς ἐφίεμαι κληρονόμου δικαίως. ἄσβεστον γὰρ αὐτὸ καταθεώμενος αἴσχιστον εἶναι νομίζω τὴν ἐμαυτοῦ φύσιν τοῦ καλοῦ περιιδεῖν καταλυθεῖσαν.