[34] ἢ „ἐγὼ ἀπολυθήσομαι ἄτεκνος“ (Gen. 15, 2), ὀλιγοχρόνιον καὶ ἐφήμερον καὶ ὠκύμορον λαβὼν ἀγαθόν, εὐχόμενος τοὐναντίον, πολυήμερον καὶ μακροχρόνιον καὶ ἀκήρατον καὶ ἀθάνατον, ὡς δυνηθῆναι καὶ σπέρματα βαλέσθαι καὶ ῥίζας ἐχυρότητος ἕνεκα ἀποτεῖναι καὶ ἄνω πρὸς οὐρανὸν τὸ στέλεχος ἀνεγεῖρον μετεωρίσαι;