Pular para o conteúdo

Quis rerum divinarum heres sit

Philo of Alexandria · Parte 310

[310] καπνὸς δὲ γίνεται μὲν πρὸ πυρός, [M.518] δακρύειν δὲ βιάζεται τοὺς πλησιάζοντας. ἀμφότερα δὲ φιλεῖ συμβαίνειν· ταῖς τε γὰρ ἀρετῆς αὐγαῖς προσχωροῦντες τελειότητα ἐλπίζομεν, καὶ εἰ μήπω δυναίμεθα τυχεῖν αὐτῆς, οὐκ ἀδακρυτὶ διάγομεν ἀνιώμενοι. πολὺς γὰρ ὅταν ἵμερος ἐντακῇ, πρὸς τὴν τοῦ ποθουμένου θήραν ἐπισπεύδει καὶ ἄχρι τοῦ συλλαβεῖν κατηφεῖν ἀναγκάζει.